0345-0407 - Iohannes Chrysostomus - De eleemosyna [2]
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

[00001]    Δe eleemosynaὰ

[00002]    Περὶ ἐλεημοσύνης.

60.707

[00003]    Οἱ λειμῶνες ἔχουσι ποικίλα καὶ διάφορα ἄνθη, καὶ τὰ μὲν εἰς τέρψιν ὀφθαλμῶν, τὰ δὲ εἰς εὐωδίαν, τὰ δὲ εἰς ἐπιμέλειαν, ἕκαστα δὲ αὐτῶν ἁρμόττει τῷ ἀνθρώπῳ·

[00004]    οὕτω καὶ ἡ Ἐκκλησία ἔχει τῶν θείων Γραφῶν τὴν ἀνάγνωσιν, εὐαγγελικά τε καὶ ἀποστολικὰ καὶ προφητικὰ, καὶ τὰς λοιπὰς ἱερὰς βίβλους·

[00005]    ἕκαστα δὲ αὐτῶν ἁρμόττει τῷ Χριστῷ.

[00006]    Ἀλλὰ μὴν ἐπὶ τῶν ἔξω λειμώνων ἀνατέλλει ὁ ἥλιος, καὶ μαραίνει τὰ ἄνθη, καὶ ἡ εὐπρέπεια τῶν προσώπων αὐτῶν ἀφανίζεται·

[00007]    ἐν δὲ τῷ λειμῶνι τούτῳ ἀνατέλλει ὁ ἥλιος τῆς δικαιοσύνης, καὶ τὸν μὲν σωφρονίζει, τὸν δὲ δικαιοῖ, τὸν δὲ ἐλεεῖ.

[00008]    Ἀνέτειλε γὰρ ἡμῖν διὰ τοῦ εὐαγγελίου σήμερον λέγων·

[00009]    Ἐφ' ὅσον ἑνὶ τούτων τῶν ἀδελφῶν μου ἐποιήσατε, ἐμοὶ ἐποιήσατε.

[00010]    Πάλιν πενήτων ὑπόμνησις, πάλιν πλουσίων ὄνειδος.

[00011]    Οὐκ ἀξίωμα διαβάλλω, μὴ γένοιτο, ἀλλ' ἀκόλαστον γνώμην·

[00012]    οὐ πλοῦτον διαβάλλω, ἀλλὰ τοὺς κακῶς πλουτοῦντας·

[00013]    καλὸν γὰρ ὁ πλοῦτος τοῖς καλῶς διοικοῦσιν αὐτόν·

[00014]    καλὴ ἡ πενία τοῖς καλῶς ὑπομένουσιν αὐτήν.

[00015]    Ἐπεὶ καὶ Ἀβραὰμ ἦν πλούσιος, καὶ οὐδένα ὑπερηφάνησε, καὶ Λάζαρος πένης ἦν, καὶ οὐδέποτε ἐδυσπέτησε, καὶ μάλιστα ἐν τοσαύτῃ ἀνάγκῃ.

[00016]    Ἵνα τί δὲ δύο πρόσωπα μαρτύρων ἤνεγκα;

[00017]    Φέρε μοι ἐνταῦθα τὸν μακάριον Ἰὼβ ἑκατέρων τὴν πεῖραν εἰληφότα.

[00018]    Καὶ ὅτε πλούσιος ἦν, ἔλεγε, Παντὶ ἀνθρώπῳ ἠνέῳκτό μου ὁ οἶκος·

[00019]    καὶ ὅτε ἐπένετο, ἔλεγεν·

[00020]    Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο·

[00021]    ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο.

[00022]    Πόσα ἐπάλαισεν ὁ διάβολος, καὶ τὸν δίκαιον οὐκ ἔῤῥηξε;

[00023]    Τὴν φαρέτραν τῶν βελῶν ἐκένωσε, καὶ τὸν στρατιώτην οὐκ ἔτρωσε·

[00024]    τὰ μηχανήματα προσήνεγκε, καὶ τὸν πύργον οὐκ ἐσάλευσε·

[00025]    τὸ δένδρον ἐτίναξε, καὶ τὸν καρπὸν οὐκ ἐτρύγησε·

[00026]    τοὺς κλάδους ἔκλασε, καὶ τὴν ῥίζαν οὐκ ἀνέσπασε·

[00027]    τὸν τοῖχον διώρυξε, καὶ τὸν θησαυρὸν οὐκ ἐσύλησε.

[00028]    Θησαυρὸν δὲ λέγω οὐ χρυσοῦ καὶ ἀργύρου, ἀλλὰ τὴν ἀσάλευτον αὐτοῦ πίστιν·

[00029]    τοῦτον γὰρ τὸν αὐτοῦ θησαυρὸν ἐβούλετο συλῆσαι ὁ διάβολος.

[00030]    Εἶδες τὸν καρπὸν πληθυνόμενον;

[00031]    εἶδες τὴν πίστιν ὡς πέτραν ἐστηριγμένην;

[00032]    εἶδες τὸν πύργον ἄῤῥηκτον ἑστῶτα;

[00033]    εἶδες τὸν στρατιώτην παραταττόμενον, εἶδες τὸν διάβολον ἀφανιούμενον;

[00034]    εἶδες τὸν Θεὸν βραβεύοντα, εἶδες τὸν διάβολον αἰσχυνόμενον;

[00035]    Ποῖον ὄνομα καλέσαι τὸν δίκαιον οὐκ οἶδα.

[00036]    Ἀθλητὴν αὐτὸν εἴπω;

[00037]    Ἀλλὰ πολύαθλος τοῖς παλαίσμασι.

[00038]    Στρατιώτην αὐτὸν εἴπω;

[00039]    Ἀλλὰ δυνατώτερος τῇ καρδίᾳ.

[00040]    Πύργον αὐτὸν εἴπω;

[00041]    Ἀλλ' ὑψηλότερος τῷ φρονήματι.

[00042]    Πέτραν αὐτὸν εἴπω;

[00043]    Ἀλλὰ στερεώτερος.

[00044]    ∆ένδρον αὐτὸν εἴπω;

[00045]    Ἀλλ' ὡραιότερος.

[00046]    Θησαυρὸν αὐτὸν εἴπω;

[00047]    ἀλλὰ πολυτελέστερος.

[00048]    Ποῖον ὄνομα ἔχω ἐπιθεῖναι τῷ δικαίῳ οὐκ οἶδα.

[00049]    Ἀκουέτωσαν οἱ πλούσιοι, ἀκουέτωσαν καὶ οἱ πένητες, πῶς ὁ μακάριος οὗτος ἐν [60.708] μὲν τῇ εὐημερίᾳ αὐτοῦ διῴκησε τὸν ἑαυτοῦ πλοῦτον, ἐν δὲ πενίᾳ πόσον πειρασμὸν ὑπομείνας, οὐκ ἐλύθη ἡ ἐλπὶς αὐτοῦ ἀπὸ Θεοῦ.

[00050]    Ὁρᾷς ὅτι καλὸν τὸ πλουτεῖν τοῖς καλῶς διοικοῦσι, καὶ καλὴ ἡ πενία τοῖς καλῶς ὑπομένουσι;

[00051]    Μή μοι λέγε, ὅτι Πενίαν φοβοῦμαι.

[00052]    Πενίαν φοβῇ, καὶ τὸν Θεὸν οὐ φοβῇ;

[00053]    Πτωχείαν φοβῇ, καὶ ἁμαρτίαν οὐ φοβῇ;

[00054]    Μὴ φοβηθῇς πενίαν, ἀλλ' ἁμαρτίαν τὴν μητέρα τῆς κολάσεως.

[00055]    Ἐὰν ἔχῃς φίλον τὸν βασιλέα, πλουτίσει σε·

[00056]    καὶ ἐὰν ἀγαπᾷς τὸν Χριστὸν καὶ τοὺς πτωχοὺς, πλουτίσει σε.

[00057]    Αὐτὸς πλουτίζει καὶ πτωχίζει, ταπεινοῖ καὶ ἀνυψοῖ, ἀνιστᾷ ἀπὸ γῆς πένητα, καὶ ἀπὸ κοπρίας ἀνυψοῖ πτωχόν.

[00058]    Ὁ ∆εσπότης αἰτεῖ ἐντολὴν, καὶ οὐ δίδως αὐτῷ;

[00059]    Ὅταν γὰρ ἀκούσῃς αὐτοῦ λέγοντος, ὅτι Ἐφ' ὅσον ἑνὶ τούτων τῶν ἐλαχίστων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε, ὁρᾷς ὅτι ἐὰν δίδως τῷ πένητι, τῷ Θεῷ δίδως.

[00060]    Ἐὰν μὴ δώσῃς οὖν αὐτῷ, πῶς καὶ σὺ αἰτήσεις αὐτὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἵνα σε ἐλεήσῃ;

[00061]    ἆρα οὐκ ἐγκαλέσει σοι, ὅτι Πεινῶντά με εἶδες, καὶ οὐκ ἐχόρτασας·

[00062]    διψῶντά με εἶδες, καὶ οὐκ ἐπότισας·

[00063]    γυμνὸν εἶδες, καὶ οὐκ ἐνέδυσας;

[00064]    τί ἄρα ἐρεῖς αὐτῷ;

[00065]    ποίαν ἕξεις συγγνώμην;

[00066]    Σὺ σηρικὰ καὶ λαγῷα καὶ αἴγεια περιβέβλησαι, καὶ ὁ πένης ῥάκος οὐκ ἔχει·

[00067]    καὶ σὺ μὲν τρώγεις φασιανοὺς ἢ ὄρνεις καὶ χῆνας καὶ ὅσα ἐστὶν ἐν ἐδέσμασι·

[00068]    καὶ ὁ πένης οὐκ ἰσχύει τὴν ἑαυτοῦ κοιλίαν χορτάσαι ἄρτῳ καὶ λαχάνοις·

[00069]    σὺ ἔχεις τοίχους χρυσορόφους καὶ μάρμαρα Λακεδαιμόνια ποικίλα, καὶ κίονας καὶ περικεφαλαίας κιόνων χρυσᾶς·

[00070]    καὶ ὁ πένης οὐκ ἔχει καλύβην.

[00071]    Καὶ ἐνίοτε ἔχεις τὸν οἶκον ἀπὸ ἁρπαγῆς, ἀπὸ πλεονεξίας·

[00072]    καὶ σὺ τελευτᾷς, καὶ ὑπάγεις μηδὲν ἔχων, καὶ μένει σου ὁ οἶκος διηνεκὴς κατήγορος ἐλέγχων τὰς σὰς πράξεις.

[00073]    Ἕκαστος γὰρ παρερχόμενος μέλλει λέγειν·

[00074]    Οὗτος ὁ οἶκός ἐστιν ἐκείνου τοῦ ἅρπαγος, τοῦ πλεονέκτου·

[00075]    πόσας χήρας ἐκάκωσε;

[00076]    πόσους ὀρφανοὺς κατεπόνησε;

[00077]    πόσα ὑπάρχοντα διήρπασε;

[00078]    πόσους πένητας ἐπλεονέκτησε;

[00079]    Μή μοι λέγε, ὅτι Ὕπαρχός εἰμι.

[00080]    Οὐκ οἶδα ἀξίωμα ἐγὼ, οὐδὲ διαβάλλω, ἀλλὰ τοὺς κακοὺς τῷ καλῷ κακῶς χρωμένους.

[00081]    Καλὸν τὸ πλουτεῖν·

[00082]    εἴ τι γὰρ ὁ Θεὸς ἐποίησε, πάντα καλὰ λίαν.

[00083]    Βλέπεις πένητα, καὶ ὑπερηφανεῖς, καὶ οὐκ ἐννοεῖς, ὅτι ἄνθρωπος εἶ, καὶ ὁ πένης ἅνθρωπός ἐστιν·

[00084]    ἄνθρωπος, τὸ περισπούδαστον ζῶον τοῦ Θεοῦ·

[00085]    ἄνθρωπος, δι' ὃν οὐρανὸς ἐτανύσθη·

[00086]    ἄνθρωπος δι' ὃν ὁ ἥλιος δρόμους τρέχει·

[00087]    ἄνθρωπος, δι' ὃν ἡ σελήνη ἐπιγινώσκει δυσμάς·

[00088]    ἄνθρωπος, δι' ὃν ἄστρα δίδωσι τὸ φέγγος αὐτῶν, δι' ὃν θάλασσα ἡπλώθη, δι' ὃν ἡ γῆ ἐθεμελιώθη ἐπὶ τῶν ὑδάτων·

[00089]    δι' ὃν ὄρη καὶ νάπαι καὶ βουνοὶ, δι' ὃν ἄλση καὶ δρυμοὶ καὶ φάραγγες καὶ πεδιάδες, δι' ὃν πηγαὶ καὶ ποταμοὶ καὶ λίμναι, δι' ὃν ἡ γῆ ἀνέτειλε βοτάνην χόρτου, καὶ τὰ ὕδατα ἐκβάλλουσι ψυχὰς ζώσας, δι' ὃν κτήνη, τε [60.709] τράποδα καὶ ἑρπετὰ καὶ πετεινὰ, δι' ὃν χρόνοι καὶ ἐνιαυτοὶ καὶ μῆνες καὶ ἡμέραι καὶ ὧραι καὶ νύκτες, δι' ὃν ἄγγελοι καὶ ἀρχάγγελοι, ἀρχαὶ καὶ ἐξουσίαι, θρόνοι, κυριότητες, τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ.

[00090]    Τί δὲ πολλὰ λέγω;

[00091]    ∆ι' ὃν ὁ ∆εσπότης τὸ αἷμα αὐτοῦ ἐξέχεεν.

[00092]    Ἄνθρωπος τιμίῳ αἵματι ἀγορασθεὶς, καὶ τοῦτον παραβλέπεις;

[00093]    οὐκ ἄνθρωπός ἐστιν, ὡς καὶ σὺ, ὅτι πένης ἐστί;

[00094]    διὰ τοῦτο ὑπερηφανεῖς αὐτόν;

[00095]    οὐχὶ πένητας ἐξελέξατο ὁ Θεός;

[00096]    μὴ γὰρ πλουσίους;

[00097]    Πέτρος, ὁ κορυφαῖος τῶν ἀποστόλων, ἡ κρηπὶς τῆς Ἐκκλησίας, ὁ ὄντως Πέτρος καὶ τῷ ὀνόματι καὶ τῷ πράγματι, οὐχὶ πένης ἦν;

[00098]    οὐχὶ οἰκτρὸς καὶ ἀπεῤῥιμμένος;

[00099]    οὐκ εὐτελὴς καὶ εὐκαταφρόνητος;

[00100]    οὐχὶ ἁλιεὺς ἦν;

[00101]    Ὁμοίως καὶ Ἰάκωβος καὶ Ἰωάννης οὐ πένητες ἦσαν καὶ ἁλιεῖς;

[00102]    Καὶ παράγων ὁ Ἰησοῦς εἶδεν αὐτοὺς καὶ τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ῥάπτοντας δίκτυα διεῤῥηγμένα.

[00103]    Ὢ πενίας ὑπερβολή·

[00104]    τοσοῦτον πένητες ἦσαν, ὡς οὐκ ἴσχυον δίκτυα ἀγοράσαι πρὸς τὴν θήραν τὴν ἁλιευτικὴν, ἀλλὰ τὰ παλαιὰ ἔῤῥαπτον καὶ τέχνῃ τέχνην συνέκρουον, τῇ ῥαπτικῇ τὴν ἁλιευτικήν.

[00105]    Ὁμοίως δὲ καὶ Ματθαῖος οὐ τελώνης ἦν;

[00106]    Καὶ παράγων ὁ Ἰησοῦς εἶδεν αὐτὸν καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ·

[00107]    Ἔγειρε, καὶ ἀκολούθει μοι.

[00108]    Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.

[00109]    Καὶ οὐκ ἐνόησεν, ὅτι βασιλικὸν λόγον κατεῖχεν, ἀλλ' ἐνενόησεν ὅτι βασιλεὺς τῶν βασιλευόντων καλεῖ·

[00110]    καὶ ὁ ποτὲ τὰ ἀλλότρια ἁρπάζων, νῦν ξένον ἑαυτὸν πεποίηκε τῶν ἰδίων πραγμάτων·

[00111]    καὶ ὁ ποτὲ λύκος, νῦν πρόβατον.

[00112]    Ἔῤῥιψε Πέτρος τὰ δίκτυα, καὶ ἔλαβε τὰς κλεῖς τῶν οὐρανῶν.

[00113]    Ἀφῆκε Ματθαῖος τελώνιον, καὶ ἔλαβε τὸ εὐαγγέλιον.

[00114]    Ὁμοίως καὶ ὁ Παῦλος οὐκ ἦν χειροτέχνης;

[00115]    οὐ σμίλην κατεῖχε, καὶ δέρματα ἔτεμεν;

[00116]    οὐκ ἔλαβεν ἐπιστολὰς παρὰ τῶν ἀρχισυναγώγων, ἵνα ἐλθὼν τοὺς ἁγίους αἰχμαλωτίσῃ;

[00117]    Καὶ ὤφθη αὐτῷ ὁ Ἰησοῦς ἐν τῇ ὁδῷ, Καὶ φῶς αὐτὸν περιήστραψε, καὶ λέγει·

[00118]    Σαοὺλ, Σαοὺλ, τί με διώκεις;

[00119]    Ὁ δὲ στραφεὶς λέγει·

[00120]    Τίς εἶ, Κύριε;

[00121]    Καὶ λέγει, Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃνσὺ διώκεις.

[00122]    Καὶ πεσὼν ἐπὶ πρόσωπον ἐτυφλώθη.

[00123]    ∆ιὰ τί προσέθηκεν, Ναζωραῖος;

[00124]    Ἵνα μὴ νομίσῃ, ὅτι ἄλλος μέν ἐστιν ὁ Ἰησοῦς, καὶ ἄλλος δὲ καλεῖ αὐτὸν ἀπὸ τοῦ οὐρανοῦ.

[00125]    Τοῦτο γὰρ ἔλεγον οἱ Ἰουδαῖοι, ὅτι οὐκ ἀνελήφθη ὁ Ἰησοῦς, ἀλλ' ὅτι ἔκλεψαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.

[00126]    ∆ιὰ τοῦτο εἶπεν, Ἰησοῦς ὁ Ναζωραῖος·

[00127]    ἵνα γνῷ, ὅτι αὐτός ἐστιν ὁ τότε καὶ νῦν.

[00128]    Εἰσῆλθεν οὖν χειραγωγούμενος ὁ Παῦλος εἰς ∆αμασκὸν, καὶ ἀπῆλθε πρὸς Ἀνανίαν, καὶ ἐπέθηκε τὰς χεῖρας εἰς τοὺς ὀφθαλμοὺς τοῦ Παύλου, καὶ ἰάσατο αὐτόν.

[00129]    Πολλὴ μὲν ἡ ἱστορία, ἀλλὰ διὰ βραχέων βούλομαι διηγήσασθαι ὑμῖν.

[00130]    Ἀναβλέψας δὲ αὐτὸς εὐθὺς ἐδίδασκεν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ.

[00131]    Ἀκούσαντες δὲ οἱ Ἰουδαῖοι ὅτι ὁ Παῦλος διδάσκει ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐζήτουν αὐτὸν πιάσαι.

[00132]    Οἱ δὲ μαθηταὶ τοῦ Παύλου ἰδόντες ἐνέβαλλον αὐτὸν εἰς σπυρίδα, καὶ ἐχάλασαν διὰ τοῦ τείχους κάτω, καὶ οὕτως ἔφυγε καὶ ἀνῆλθεν εἰς Ἱεροσόλυμα.

[00133]    Ὢ μακαρίας ἐκείνης σπυρίδος, ἥτις τοιοῦτον ὀψώνιον τῇ οἰκουμένῃ ἔπεμψεν.

[00134]    Ὁμοίως δὲ καὶ ὁ μακάριος Ἰωάννης οὐ τὴν ἔρημον οἰκεῖ, καὶ μετὰ ταῦτα οὐρανοπολίτης ἐγένετο;

[00135]    οὐκ ἀκρίδας ἤσθιε καὶ μέλι ἄγριον;

[00136]    οὐ πάντες πένητες ἦσαν καὶ προφῆται καὶ ἀπόστολοι;

[00137]    καὶ διὰ τῶν πενήτων τούτων κατεσκεύασε τὴν τῶν ἀνθρώπων σωτηρίαν;

[00138]    Πόσοι βασιλεῖς, πόσοι τύραννοι, ἢ πόσοι ὕπατοι, πόσοι ἄρχοντες, πόσοι προηγούμενοι ἀπὸ τοῦ αἰῶνος ἐτελεύτησαν, καὶ πάντες λήθῃ παρεδόθησαν;

[00139]    καὶ οὗτοι οἱ οἰκτροὶ, οἱ ἀπεῤῥιμμένοι, οἱ εὐτελεῖς καὶ εὐκαταφρόνητοι λήθῃ οὐ παρεδόθησαν.

[00140]    Ἀλλ' οὗτος ὁ βασιλεὺς, ὁ τὴν πορφυρίδα περικείμενος καὶ τὸ διάδημα ἔχων, δόξαν καὶ περικεφαλαίας χρυσᾶς καὶ στρατιώτας ὑπερασπιστὰς, ἀπέρχεται εἰς τὸν τάφον τοῦ ἁλιέως, τοῦ πένητος, τοῦ οἰκτροῦ, τοῦ εὐκαταφρονήτου, καὶ περιπτύσσεται καὶ κλαίει καὶ εὔχεται εἰς τὸν δοξάσαντα αὐτόν.

[00141]    Τίς πείθει τὸν βασιλέα ταῦτα ποιεῖν;

[00142]    τίς;

[00143]    Ἐγὼ λέγω.

[00144]    Συντείνατέ μοι ἑαυτοὺς, παρακαλῶ, προσέχετε τοῖς λεγομένοις.

[00145]    Ὁ εἰπὼν αὐτοῖς, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος·

[00146]    κἀγὼ ἔσομαι μεθ' ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν, καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος·

[00147]    οὗτός ἐστιν ὁ τοιαύτην αὐτοῖς χαρισάμενος τέχνην.

[00148]    Ὁρᾷς πόσον ἰσχύουσιν οἱ πένητες;

[00149]    Οὐ μόνον τοῦτο, [60.710] ἀλλὰ καὶ δαιμονιῶντες ἀπέρχονται εἰς τοὺς τάφους αὐτῶν, καὶ ἀνακρίνονται.

[00150]    Ὁρᾷς, ὅτι οἱ νεκροὶ τῶν ζώντων δυνατώτεροί εἰσι;

[00151]    Μὴ ἔτι ἀπόῤῥιπτε τοὺς πένητας.

[00152]    Εἰσέρχεται ὁ πένης εἰς τὴν αὐλήν σου ζητῶν ἐλεημοσύνην, καὶ ἀναλίσκει δύο ὥρας μηδὲν λαμβάνων, καὶ ἐνίοτε ἐπιτάττεις τῷ δούλῳ σου βάλλειν αὐτὸν ἔξω.

[00153]    Οὐκ οἶδας, ὅτι ἐὰν βάλῃς τὸν πτωχὸν ἔξω, τὸν Χριστὸν ἐδίωξας;

[00154]    Αὐτὸς γὰρ εἶπεν, ὅτι Ἐφ' ὅσον ἑνὶ τούτων τῶν ἐλαχίστων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε.

[00155]    Ὁρᾷς ὅτι ἐὰν ὑβρίζῃς τὸν πένητα, τὸν Χριστὸν ἀτιμάζεις;

[00156]    Ὅσα γὰρ τῷ πένητι ποιήσεις, εἰς Χριστὸν ἀνατρέχει, καθὼς αὐτὸς εἶπε.

[00157]    Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι·

[00158]    Ἐμοὶ μὲν τὸ λέγειν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.

[00159]    Οὐ παύσομαι ὑμᾶς παιδεύων, ἕως ἂν βελτίους γένησθε·

[00160]    γέγραπται γὰρ, Μακάριος ὁ λαλῶν εἰς ὦτα ἀκουόντων.

[00161]    Παρακοὴ θάνατον κατεργάζεται.

[00162]    Βλέπεις πένητα, καὶ οὐκ ἐλεεῖς;

[00163]    πῶς ἀπέρχῃ ἐν τῇ ἐκκλησίᾳ, καὶ εὔχῃ;

[00164]    πῶς τὸ στόμα σου ἀνοίγεις, καὶ ἐπικαλῇ τὸν Θεόν;

[00165]    οὐκ ἐρυθριᾷς;

[00166]    οὐ τρέμεις;

[00167]    οὐ φρίττεις;

[00168]    Εἰσέρχῃ εἰς τὴν ἐκκλησίαν τοῦ Θεοῦ εὔξασθαι;

[00169]    Ποίησον ἐλεημοσύνην, ἵνα ἐγγραφῇ σου ἡ ἐλεημοσύνη καὶ ἡ δέησις.

[00170]    Ἐνίοτέ τινες ἐκβάλλουσι δέησιν παρὰ τοῦ βασιλέως τοῦ ἐπιγείου, καὶ ἀναλίσκουσι διακοσίους χρυσίνους, καὶ πολλάκις οὐδὲν αὐτοῖς προχωρεῖ, ἀλλὰ ὡς σχεδάριον κατέχουσιν αὐτὸ, καὶ σὺ δύο ὀβολῶν οὐ θέλεις ὑπογραφῆναί σου τὴν δέησιν;

[00171]    Ἐνταῦθα ὁ βασιλεὺς ὁ ἐπίγειος ἐπιγράφει, καὶ πολλάκις ἐναντία ἐστὶν ἡ ὑπογραφή·

[00172]    ὁ δὲ βασιλεὺς τῶν βασιλευόντων ἐὰν ὑπογράψῃ, κεκύρωται καὶ βεβαίωται.

[00173]    Εἶδες δέησιν δύο ὀβολῶν ὑπογραφομένην;

[00174]    ∆ιὰ τοῦτο δύο νιπτῆρές εἰσι πρὸ τῶν πυλῶν τῆς ἐκκλησίας·

[00175]    μία τοῦ ὕδατος, ἐν ᾗ νίπτεις τὰς χεῖρας, καὶ μία ἡ χεὶρ τοῦ πένητος, ἐν ᾗ ἀποσμήχεις τὴν ψυχήν σου.

[00176]    Εἰσέρχου εἰς τὴν ἐκκλησίαν, καὶ νίπτε τὰς χεῖράς σου·

[00177]    ἐπίδος εἰς τὴν χεῖρα τοῦ πένητος ὀβολὸν, καὶ ἀπόσμηχε τὴν ψυχήν σου.

[00178]    Ἐὰν δὲ εἰσέλθῃς καὶ νίψῃς καὶ εὔξῃ, τῷ δὲ πένητι μηδὲν ἐπιδώσῃς, τί ὄφελος;

[00179]    Πλοῦτον ἔχεις, καὶ κρύπτεις αὐτὸν ἐπὶ τῆς γῆς, ἐν ᾗ ἔρχονται νυκτὸς λῃσταὶ, καὶ διορύσσουσι καὶ κλέπτουσι τὸν θησαυρόν σου, καὶ ἀναστὰς πρωῒ θεωρεῖς αὐτὸν σεσυλημένον.

[00180]    Θέλεις μὴ συληθῆναι;

[00181]    Ὃ λέγω σοι, τοῦτο ποίησον, καὶ οὐδέποτε συληθήσῃ εἰς τὸν αἰῶνα.

[00182]    Θησαυρὸν ἔχεις;

[00183]    Χῶσον αὐτὸν εἰς τὴν κοιλίαν τῶν πενήτων, καὶ ἐνδυναμοῦ·

[00184]    οὐδέποτε γὰρ δύναται συληθῆναι.

[00185]    Ἐὰν δὲ χώσῃς εἰς τὴν γῆν, ἀπολέσεις αὐτόν·

[00186]    καὶ ἐὰν δὲ μὴ ἀπολέσῃς, φυλαχθῇ δὲ, μετὰ τὴν τελευτήν σου καὶ ἄλλοι πλουτοῦσιν ἐκ τῶν σῶν.

[00187]    Τί σοι τὸ ὄφελος, ὅτι κάμνεις καὶ μοχθεῖς, καὶ ἄλλοι εἰσέρχονται εἰς τὰ ὑπάρχοντά σου, ἀφ' ὧν οὐ λήψῃ μισθὸν, καὶ κατατρυφῶσιν;

[00188]    Οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος, Θησαυρίζει ὁ πλούσιος, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά;

[00189]    Καὶ πάλιν ἀλλαχοῦ ὁ αὐτὸς λέγει, Ἄφρων καὶ ἄνους ἀπολοῦνται, καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν·

[00190]    καί·

[00191]    Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ.

[00192]    Ὅτι ἐν τῷ ἀποθνήσκειν αὐτὸν οὐ λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ.

[00193]    Καὶ ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος τῷ ἄφρονι πλουσίῳ λέγει·

[00194]    Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ·

[00195]    ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;

[00196]    Ὁρᾷς ὅσα πάσχουσιν οἱ θησαυρίζοντες ἑαυτοῖς ἐπὶ τῆς γῆς.

[00197]    Ἀλλὰ θησαυρίσατε ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ μένει ἄσυλος.

[00198]    Ὦ ἄθλιε καὶ ταλαίπωρε, σὺ τῇ γῇ πιστεύεις, καὶ τῷ Θεῷ οὐ πιστεύεις, τῷ λέγοντι, Ὃ ἑνὶ τούτων τῶν ἐλαχίστων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε;

[00199]    Οὐκ οἶδας, ὅτι εἰσί τινες τῶν γηπόνων πένητες, οἰκτροὶ, τὸν ἡμερινὸν ἄρτον ἐκ τῶν οἰκείων ποριζόμενοι πόνων, καὶ ἐν τῷ καιρῷ τοῦ σπόρου οὐκ ἔχουσι πόθεν σπεῖραι;

[00200]    καὶ λαμβάνει τὸν χιτωνίσκον αὐτοῦ ἢ τῆς γυναικὸς αὐτοῦ, καὶ πολλάκις αὐτὸ τὸ σκάφιον, ἐν ᾧ ἐργάζεται τὴν γῆν, καὶ τίθησιν αὐτὸ ἐνέχυρον, καὶ δανείζεται ἕνα μόδιον ἢ δύο ἢ τρεῖς, ἢ ὅσους δύναται αὐτοῦ ἡ ἄρουρα ὑποδέξασθαι, καὶ δανεισάμενος σκορπίζει αὐτὸ εἰς τὴν γῆν, καὶ πιστεύει τῇ γῇ, καὶ ἐκδέχεται καιρὸν φανερὸν, ἕως ἂν ὁ καρπὸς γένηται ἐν τῇ γῇ;

[00201]    καὶ ἐκεῖνος μὲν δανεισάμενος ἐπίστευσε τῇ γῇ, σὺ δὲ τῷ Θεῷ οὐ πιστεύεις;

[00202]    Ἐκεῖνος τῇ συνδούλῳ ἐπίστευσε, καὶ σὺ τῷ ∆εσπότῃ οὐ πιστεύεις;

[00203]    Ποίαν, εἰπέ μοι, συγγνώμην ἔχεις;

[00204]    Ταῦτα λέγω οὐ πολλῆς ἀπανθρωπίας ὑμῶν καταγινώσκων, μὴ γένοιτο, ἀλλὰ ἀλείφων ὑμᾶς ἑτοίμους εἶναι πρὸς τὸν τῆς [60.711] ἐλεημοσύνης σπόρον.

[00205]    Χρυσὸν φιλεῖς τὸν αἱμοβόρον, τὸν πᾶσι ποθεινὸν, καὶ πᾶσι πολέμιον, τὸν φιλούμενον ὑπὸ πάντων καὶ τοῖς πᾶσιν ἐπιβουλεύοντα, τὸν δραπέτην, τὸν ἀγνώμονα;

[00206]    ἢ οὐκ οἴδατε, τίς ἐστιν ἡ τούτου συνουσία;

[00207]    Καθάπερ πόρνη ἀσυνείδητος τούτῳ ὁμιλεῖ, κἀκείνῳ νεύει·

[00208]    ἄλλῳ συντάσσεται σήμερον, καὶ αὔριον πρὸς ἄλλον μεταβαίνει, σήμερον ἄρχων, καὶ αὔριον ἀρχόμενος·

[00209]    σήμερον πλούσιος, καὶ αὔριον πένης·

[00210]    σήμερον δικάζεις, καὶ αὔριον καταδικάζῃ.

[00211]    Ὁρᾷς τὴν τοῦ βίου μεταβολὴν, πῶς ὡς σκιὰ παρατρέχει, καὶ καπνοῦ εὐτελέστερον διαλύεται;

[00212]    οὐχ ὡς ἀράχνη διασπᾶται;

[00213]    Οὐ παύσομαι ἐγὼ παιδεύων ὑμᾶς·

[00214]    κἄν τι ποιῆτε, κἂν δὲ μὴ ποιῆτε, ἐγὼ λέγω, καὶ λέγων οὐ παύσομαι·

[00215]    γέγραπται γάρ·

[00216]    Μακάριος ὁ λαλῶν εἰς ὦτα ἀκουόντων.

[00217]    Παρακοὴ θάνατον κατεργάζεται.

[00218]    Μιμήσασθε κἂν τὴν χήραν ἐκείνην τὴν πενιχρὰν τὴν τοὺς δύο ὀβολοὺς καταβαλοῦσαν, πῶς ἐδικαιώθη διὰ καλὴν προαίρεσιν.

[00219]    Οὐκ ἔχεις δύο ὀβολοὺς δοῦναι;

[00220]    ∆ὸς ἕνα.

[00221]    Οὐκ ἔχεις ἕνα;

[00222]    ∆ὸς ἄρτον.

[00223]    Οὐδὲ ἄρτον ἔχεις;

[00224]    Κἂν στέναξον θεασάμενος [60.712] τὸν πένητα, καὶ δέδεκταί σου ἡ δέησις.

[00225]    Ὁ γὰρ ἐπιστάμενος τὰ ἀπόῤῥητα τῆς διανοίας ἑκάστου, ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσθαι αὐτὰ, οἶδεν ὅτι, εἰ εἶχες, ἐδίδως.

[00226]    Τὴν προαίρεσιν θέλει, τὴν καρδίαν διερευνᾷ καὶ οἶδεν·

[00227]    ἄνθρωπος γὰρ εἰς πρόσωπον, καὶ Θεὸς εἰς καρδίαν.

[00228]    Παρακαλῶ οὖν, φυλάξατε τὴν παραγγελίαν, ἣν παραγγέλλω ὑμῖν·

[00229]    Ἐν γὰρ τούτῳ ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους.

[00230]    Αὐτοῦ τοῦ ∆εσπότου φωνή ἐστιν, αὐτὸς εἶπε τοῖς μαθηταῖς·

[00231]    καὶ πάλιν·

[00232]    Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν·

[00233]    ἐν ταύταις δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται.

[00234]    Παρακαλῶ τοίνυν ἔσεσθαι εἰς ἀλλήλους φιλάνθρωποι, φιλόξενοι, φιλόπτωχοι·

[00235]    ἐξαιρέτως τὴν εἰς Θεὸν διηνεκῶς κρατῶμεν, ἵνα δυνηθῶμεν ἀξιωθῆναι τῆς αἰωνίου ζωῆς, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00236]    Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De eleemosyna [2]
Litterarum Omnium Conspectus: 131 Litterae, quae repetitae sunt in 11,875 occasionibus



α

0945 

910   

Α

0913 

3   

β

0946 

75   

Β

0914 

2   

γ

0947 

163   

Γ

0915 

1   

δ

0948 

218   

Δ

0916 

1   

ε

0949 

617   

Ε

0917 

7   

ζ

0950 

31   

Ζ

0918 

1   

η

0951 

186   

Η

0919 

0   

θ

0952 

105   

Θ

0920 

19   

ι

0953 

543   

Ι

0921 

0   

κ

0954 

440   

Κ

0922 

23   

λ

0955 

391   

Λ

0923 

2   

μ

0956 

217   

Μ

0924 

10   

ν

0957 

946   

Ν

0925 

3   

ξ

0958 

33   

Ξ

0926 

0   

ο

0959 

822   

Ο

0927 

14   

π

0960 

384   

Π

0928 

34   

ρ

0961 

374   

Ρ

0929 

0   

ς

0962 

495   

΢

0930 

0   

σ

0963 

422   

Σ

0931 

6   

τ

0964 

855   

Τ

0932 

9   

υ

0965 

200   

Υ

0933 

1   

φ

0966 

79   

Φ

0934 

1   

χ

0967 

119   

Χ

0935 

10   

ψ

0968 

20   

Ψ

0936 

0   

ω

0969 

151   

Ω

0937 

0   

8164 

9   

 

  

0   

8165 

13   

8172 

   



 ά 

 8049 

 118 

 έ 

 8051 

 184 

 ή 

 8053 

 62 

 ί 

 8055 

 189 

 ό 

 8057 

 102 

 ύ 

 8059 

 95 

 ώ 

 8061 

 39 

 ὰ 

 8048 

 96 

 ὲ 

 8050 

 44 

 ὴ 

 80852 

 60 

 ὶ 

 8054 

 244 

 ὸ 

 8056 

 144 

 ὺ 

 8058 

 40 

 ὼ 

 8060 

 11 

 ᾶ 

 8118 

 11 

   

   

 0 

 ῆ 

 8134 

 41 

 ῖ 

 8150 

 70 

   

   

 0 

 ῦ 

 8166 

 106 

 ῶ 

 8182 

 81 

 ἀ 

 7936 

 100 

 ἐ 

 7952 

 159 

 ἠ 

 7968 

 2 

 ἰ 

 7984 

 67 

 ὀ 

 8000 

 13 

 ὐ 

 8016 

 165 

 ὠ 

 8032 

 0 

 ἁ 

 7937 

 14 

 ἑ 

 7953 

 15 

 ἡ 

 7969 

 30 

 ἱ 

 7985 

 18 

 ὁ 

 8001 

 52 

 ὑ 

 8017 

 30 

 ὡ 

 8033 

 9 

 ἂ 

 7938 

 5 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 8 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 0 

 ἃ 

 7939 

 1 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 1 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 15 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 35 

 ἔ 

 7956 

 43 

 ἤ 

 7972 

 3 

 ἴ 

 7988 

 11 

 ὄ 

 8004 

 9 

 ὔ 

 8020 

 10 

 ὤ 

 8036 

 1 

 ἅ 

 7941 

 2 

 ἕ 

 7957 

 9 

 ἥ 

 7973 

 4 

 ἵ 

 7989 

 6 

 ὅ 

 8005 

 35 

 ὕ 

 8021 

 6 

 ὥ 

 8037 

 1 

 ἆ 

 7942 

 1 

   

   

 0 

 ἦ 

 7974 

 10 

 ἶ 

 7990 

 32 

   

   

 0 

 ὖ 

 8022 

 3 

 ὦ 

 8038 

 2 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 1 

 ἷ 

 7991 

 1 

   

   

 0 

 ὗ 

 8023 

 5 

 ὧ 

 8039 

 2 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 3 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 2 

 ᾳ 

 8115 

 6 

   

   

 0 

 ῃ 

 8131 

 32 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 16 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 1 

 ᾷ 

 8119 

 12 

   

   

 0 

 ῇ 

 8135 

 27 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 40 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De eleemosyna [2]
Verborum Omnium Conspectus: 1,098Verba, quae repetita sunt in 1,110,876 occasionibus



[00195]
Ἀβραὰμ [00015]
ἀγαπᾷς [00056]
ἀγαπᾶτε [00229]
Ἀγαπήσεις [00232]
ἄγγελοι [00089]
ἁγίου [00145]
ἁγίους [00116]
ἁγίῳ [00235]
ἀγνώμονα [00205]
ἀγοράσαι [00104]
ἀγορασθεὶς [00092]
ἄγριον [00135]
ἀδελφῶν [00009]
Ἀθλητὴν [00036]
ἄθλιε [00198]
αἴγεια [00066]
αἷμα [00091]
αἵματι [00092]
αἱμοβόρον [00205]
αἰσχυνόμενον [00034]
αἰτεῖ [00058]
αἰτήσεις [00060]
αἰχμαλωτίσῃ [00116]
αἰῶνα [00181]
αἰῶνας [00235]
αἰωνίου [00235]
αἰῶνος [00138] [00146]
αἰώνων [00235]
ἀκόλαστον [00011]
ἀκολούθει [00107]
ἀκουέτωσαν [00049]
Ἀκουέτωσαν [00049]
ἀκουόντων [00160] [00216]
Ἀκούσαντες [00131]
ἀκούσῃς [00059]
ἀκρίδας [00135]
ἀλείφων [00204]
ἁλιεῖς [00101]
ἁλιεὺς [00100]
ἁλιευτικὴν [00104]
ἁλιευτικήν [00104]
ἁλιέως [00140]
ἀλλ [00011] [00054] [00109] [00125]
Ἀλλ [00041] [00045] [00140]
ἀλλὰ [00012] [00028] [00047] [00080] [00104] [00129] [00149] [00170] [00204]
Ἀλλὰ [00006] [00037] [00039] [00043] [00197]
ἀλλαχοῦ [00189]
ἀλλήλους [00229] [00234]
ἄλλοι [00186] [00187]
ἄλλον [00208]
ἄλλος [00124] [00124]
ἀλλότρια [00110]
ἀλλοτρίοις [00189]
ἄλλῳ [00208]
ἄλση [00089]
ἁμαρτίαν [00053] [00054]
Ἀμήν [00236]
ἂν [00159] [00200]
Ἀναβλέψας [00130]
ἀνάγκῃ [00015]
ἀνάγνωσιν [00004]
ἀνακρίνονται [00149]
ἀναλίσκει [00152]
ἀναλίσκουσι [00170]
Ἀνανίαν [00128]
ἀναστὰς [00108] [00179]
ἀνατέλλει [00006] [00007]
ἀνατρέχει [00156]
ἀνελήφθη [00125]
ἀνέσπασε [00026]
ἀνέτειλε [00089]
Ἀνέτειλε [00008]
ἀνῆλθεν [00132]
ἄνθη [00003] [00006]
ἄνθρωπός [00093]
ἄνθρωπος [00083] [00084] [00085] [00086] [00087] [00088] [00191] [00227]
ἅνθρωπός [00083]
Ἄνθρωπος [00092]
ἀνθρώπῳ [00003] [00018]
ἀνθρώπων [00137]
ἀνιστᾷ [00057]
ἀνοίγεις [00164]
ἄνους [00189]
ἀνυψοῖ [00057] [00057]
ἀξιωθῆναι [00235]
ἀξίωμα [00011] [00080]
ἀπαιτοῦσιν [00194]
ἀπανθρωπίας [00204]
ἀπεῤῥιμμένοι [00139]
ἀπεῤῥιμμένος [00098]
ἀπέρχεται [00140]
ἀπέρχῃ [00163]
ἀπέρχονται [00149]
ἀπῆλθε [00128]
ἀποθνήσκειν [00192]
ἀπολέσεις [00185]
ἀπολέσῃς [00186]
ἀπολοῦνται [00189]
ἀπόῤῥητα [00225]
ἀπόῤῥιπτε [00151]
ἀπόσμηχε [00177]
ἀποσμήχεις [00175]
ἀποστολικὰ [00004]
ἀπόστολοι [00136]
ἀποστόλων [00097]
ἄρα [00064]
ἆρα [00061]
ἀράχνη [00212]
ἀργύρου [00028]
ἁρμόττει [00003] [00005]
ἄρουρα [00200]
ἁρπαγῆς [00071]
ἅρπαγος [00074]
ἁρπάζων [00110]
ἄῤῥηκτον [00032]
ἄρτον [00199] [00222] [00223]
ἄρτῳ [00068]
ἀρχάγγελοι [00089]
ἀρχαὶ [00089]
ἀρχισυναγώγων [00116]
ἀρχόμενος [00208]
ἄρχοντες [00138]
ἄρχων [00208]
ἀσάλευτον [00028]
ἄστρα [00088]
ἄσυλος [00197]
ἀσυνείδητος [00207]
ἀσφαλές [00158]
ἀτιμάζεις [00155]
αὐλήν [00152]
αὔριον [00208] [00208] [00209] [00210]
αὐτὰ [00225]
αὐτά [00188]
αὐτήν [00014]
αὐτὸ [00170] [00200] [00200] [00200]
αὐτοῖς [00145] [00147] [00170]
αὐτὸν [00036] [00038] [00040] [00042] [00044] [00046] [00060] [00106] [00117] [00124] [00125] [00131] [00132] [00152] [00179] [00179] [00183] [00192]
αὐτόν [00013] [00094] [00128] [00140] [00185]
Αὐτὸς [00057] [00154]
αὐτὸς [00130] [00156] [00189] [00230]
αὐτός [00127]
Αὐτοῦ [00230]
αὐτοῦ [00028] [00029] [00049] [00049] [00059] [00091] [00125] [00191] [00192] [00200] [00200] [00200]
αὐτοὺς [00102] [00145]
αὐτῷ [00058] [00060] [00064] [00106] [00108] [00117] [00192]
αὐτῶν [00003] [00005] [00006] [00088] [00102] [00149] [00189]
ἀφ [00187]
ἀφανίζει [00197]
ἀφανίζεται [00006]
ἀφανιούμενον [00033]
ἀφείλατο [00020]
Ἀφῆκε [00113]
ἄφρονι [00193]
Ἄφρων [00189] [00194]


βάλῃς [00153]
βάλλειν [00152]
βαπτίζοντες [00145]
βασιλέα [00055] [00141]
βασιλεῖς [00138]
βασιλευόντων [00109] [00172]
βασιλεὺς [00109] [00140] [00171] [00172]
βασιλέως [00170]
βασιλικὸν [00109]
βεβαίωται [00172]
βελτίους [00159]
βελῶν [00023]
βίβλους [00004]
βίου [00211]
Βλέπεις [00083] [00162]
βοτάνην [00089]
βούλομαι [00129]
βουνοὶ [00089]
βραβεύοντα [00034]
βραχέων [00129]
βρῶσις [00197]


γὰρ [00008] [00013] [00029] [00059] [00073] [00082] [00096] [00125] [00154] [00156] [00160] [00184] [00225] [00227] [00229]
γάρ [00215]
γέγραπται [00160] [00215]
γενέσθαι [00225]
γένησθε [00159]
γένηται [00200]
γένοιτο [00011] [00204] [00235]
γῆ [00088] [00089]
γῇ [00198] [00200] [00200] [00201]
γῆν [00185] [00200] [00200]
γηπόνων [00199]
γῆς [00057] [00179] [00196]
γινώσκει [00188]
γνῷ [00127]
γνώμην [00011]
Γραφῶν [00004]
γυμνὸν [00063]
γυναικὸς [00200]


δαιμονιῶντες [00149]
∆αμασκὸν [00128]
δανείζεται [00200]
δανεισάμενος [00200] [00201]
δὲ [00003] [00003] [00003] [00005] [00007] [00007] [00007] [00016] [00028] [00049] [00090] [00105] [00119] [00124] [00130] [00131] [00132] [00134] [00158] [00172] [00178] [00178] [00185] [00186] [00186] [00195] [00201] [00214]
δέδεκταί [00224]
δέησιν [00170] [00170] [00173]
δέησις [00169] [00224]
∆ένδρον [00044]
δένδρον [00025]
δέρματα [00115]
∆εσπότῃ [00202]
∆εσπότης [00058] [00091]
∆εσπότου [00230]
∆ι [00091]
δι [00085] [00086] [00087] [00088] [00088] [00088] [00089] [00089] [00089] [00089] [00089] [00089] [00089]
∆ιὰ [00123] [00126] [00174]
διὰ [00008] [00094] [00129] [00132] [00137] [00218]
διαβάλλω [00011] [00012] [00080]
διάβολον [00033] [00034]
διάβολος [00022] [00029]
διάδημα [00140]
διακοσίους [00170]
διαλύεται [00211]
διανοίας [00225]
διασπᾶται [00212]
διάφορα [00003]
διδάσκει [00131]
δίδως [00058] [00059] [00059]
δίδωσι [00088]
διερευνᾷ [00226]
διεῤῥηγμένα [00102]
διηγήσασθαι [00129]
διηνεκὴς [00072]
διηνεκῶς [00235]
διήρπασε [00077]
δικάζεις [00210]
δικαιοῖ [00007]
δίκαιον [00022] [00035]
δικαιοσύνης [00007]
δικαίῳ [00048]
δίκτυα [00102] [00104] [00112]
διοικοῦσι [00050]
διοικοῦσιν [00013]
διορύσσουσι [00179]
διψῶντά [00062]
διώκεις [00118] [00121]
διῴκησε [00049]
διώρυξε [00027]
δόξα [00191] [00192] [00235]
δόξαν [00140]
δοξάσαντα [00140]
∆ὸς [00220] [00222]
δούλῳ [00152]
δοῦναι [00219]
δραπέτην [00205]
δρόμους [00086]
δρυμοὶ [00089]
δύναται [00184] [00200]
δυνατώτεροί [00150]
δυνατώτερος [00039]
δυνηθῶμεν [00235]
δύο [00016] [00152] [00170] [00173] [00174] [00200] [00218] [00219]
δυσὶν [00233]
δυσμάς [00087]
δώσῃς [00060]
Δe [00001]


ἐὰν [00056] [00059] [00153] [00155] [00172] [00186] [00229]
Ἐὰν [00055] [00060] [00178] [00185]
ἑαυτοῖς [00196]
ἑαυτὸν [00110]
ἑαυτόν [00232]
ἑαυτοῦ [00049] [00068]
ἑαυτοὺς [00144]
ἐβούλετο [00029]
ἐγγραφῇ [00169]
Ἔγειρε [00107]
ἐγένετο [00021] [00134]
ἐγκαλέσει [00061]
ἐγὼ [00080] [00213] [00214]
Ἐγὼ [00143]
Ἐγώ [00121]
ἐδέσμασι [00067]
ἐδίδασκεν [00130]
ἐδίδως [00225]
ἐδικαιώθη [00218]
ἐδίωξας [00153]
ἔδοξεν [00021]
ἐδυσπέτησε [00015]
ἔδωκεν [00020]
ἐζήτουν [00131]
ἐθεμελιώθη [00088]
ἔθνη [00145]
εἰ [00225]
εἴ [00082]
εἶ [00083] [00120]
εἶδεν [00102] [00106]
Εἶδες [00030] [00173]
εἶδες [00031] [00032] [00033] [00033] [00034] [00034] [00061] [00062] [00063]
εἰδὼς [00225]
εἰληφότα [00017]
εἰμι [00079] [00121]
εἶναι [00204]
εἰπέ [00203]
εἶπε [00156] [00230]
εἶπεν [00126] [00154]
εἴπω [00036] [00038] [00040] [00042] [00044] [00046]
εἰπὼν [00145]
εἰς [00003] [00003] [00003] [00128] [00128] [00132] [00132] [00140] [00140] [00145] [00149] [00152] [00156] [00160] [00168] [00176] [00177] [00181] [00183] [00185] [00187] [00200] [00216] [00227] [00227] [00234] [00235] [00235]
εἰσέλθῃς [00178]
Εἰσέρχεται [00152]
Εἰσέρχῃ [00168]
εἰσέρχονται [00187]
Εἰσέρχου [00176]
Εἰσῆλθεν [00128]
εἰσί [00199]
εἰσι [00150] [00174]
εἶχες [00225]
ἐκ [00186] [00199]
ἐκάκωσε [00075]
ἕκαστα [00003] [00005]
Ἕκαστος [00073]
ἑκάστου [00225]
ἑκατέρων [00017]
ἐκβάλλουσι [00089] [00170]
ἐκδέχεται [00200]
ἐκείνῃ [00060]
ἐκείνην [00218]
ἐκείνης [00133]
ἐκεῖνος [00201]
Ἐκεῖνος [00202]
ἐκείνου [00074]
ἐκένωσε [00023]
ἐκκλησίᾳ [00163]
Ἐκκλησία [00004]
ἐκκλησίαν [00168] [00176]
ἐκκλησίας [00174]
Ἐκκλησίας [00097]
ἔκλασε [00026]
ἔκλεψαν [00125]
ἔλαβε [00112] [00113]
ἔλαβεν [00116]
ἐλαχίστων [00059] [00154] [00198]
ἔλεγε [00018]
ἔλεγεν [00019]
ἔλεγον [00125]
ἐλέγχων [00072]
ἐλεεῖ [00007]
ἐλεεῖς [00162]
ἐλεημοσύνη [00169]
ἐλεημοσύνην [00152] [00169]
ἐλεημοσύνης [00002] [00204]
ἐλεήσῃ [00060]
ἐλθὼν [00116]
ἐλπὶς [00049]
ἐλύθη [00049]
ἐμοὶ [00009] [00059] [00154] [00198] [00229]
Ἐμοὶ [00158]
ἐν [00007] [00015] [00049] [00049] [00060] [00067] [00117] [00163] [00175] [00175] [00179] [00192] [00193] [00197] [00199] [00200] [00200] [00233]
Ἐν [00229]
ἕνα [00200] [00220] [00221]
ἐναντία [00171]
ἐνδυναμοῦ [00183]
ἐνέβαλλον [00132]
ἐνέδυσας [00063]
ἐνενόησεν [00109]
ἐνέχυρον [00200]
ἑνὶ [00009] [00059] [00154] [00198]
ἐνιαυτοὶ [00089]
ἐνίοτε [00071] [00152]
Ἐνίοτέ [00170]
ἐννοεῖς [00083]
ἐνόησεν [00109]
ἐνταῦθα [00017]
Ἐνταῦθα [00171]
ἐντολαῖς [00233]
ἐντολὴν [00058]
ἐξ [00232]
ἐξαιρέτως [00235]
ἕξεις [00065]
ἐξελέξατο [00095]
ἐξέχεεν [00091]
ἐξουσίαι [00089]
ἔξω [00006] [00152] [00153]
ἐπάλαισεν [00022]
ἐπέθηκε [00128]
Ἐπεὶ [00015]
ἔπεμψεν [00133]
ἐπένετο [00019]
ἐπὶ [00006] [00088] [00106] [00122] [00130] [00131] [00179] [00196]
ἐπιβουλεύοντα [00205]
ἐπίγειος [00171]
ἐπιγείου [00170]
ἐπιγινώσκει [00087]
ἐπιγράφει [00171]
ἐπίδος [00177]
ἐπιδώσῃς [00178]
ἐπιθεῖναι [00048]
ἐπικαλῇ [00164]
ἐπιμέλειαν [00003]
ἐπιστάμενος [00225]
ἐπίστευσε [00201] [00202]
ἐπιστολὰς [00116]
ἐπιτάττεις [00152]
ἐπιτυχεῖν [00235]
ἐπλεονέκτησε [00078]
ἐποιήσατε [00009] [00009] [00059] [00059] [00154] [00154] [00198] [00198]
ἐποίησε [00082]
ἐπότισας [00062]
ἐργάζεται [00200]
ἐρεῖς [00064]
ἔρημον [00134]
ἑρπετὰ [00089]
ἔῤῥαπτον [00104]
ἔῤῥηξε [00022]
Ἔῤῥιψε [00112]
ἐρυθριᾷς [00165]
ἔρχονται [00179]
ἐσάλευσε [00024]
ἔσεσθαι [00234]
ἔσομαι [00146]
ἔσται [00195]
ἐστε [00229]
ἐστηριγμένην [00031]
ἐστί [00093]
ἐστὶν [00067] [00171]
ἐστιν [00074] [00083] [00093] [00124] [00127] [00147] [00206] [00230]
ἑστῶτα [00032]
ἐσύλησε [00027]
ἐτανύσθη [00085]
ἐτελεύτησαν [00138]
ἔτεμεν [00115]
ἔτι [00151]
ἐτίναξε [00025]
ἑτοίμους [00204]
ἐτρύγησε [00025]
ἔτρωσε [00023]
ἐτυφλώθη [00122]
εὐαγγελικά [00004]
Εὐαγγελίοις [00193]
εὐαγγέλιον [00113]
εὐαγγελίου [00008]
εὐημερίᾳ [00049]
εὐθὺς [00130]
εὐκαταφρόνητοι [00139]
εὐκαταφρόνητος [00099]
εὐκαταφρονήτου [00140]
εὔξασθαι [00168]
εὔξῃ [00178]
εὐπρέπεια [00006]
εὐτελεῖς [00139]
εὐτελέστερον [00211]
εὐτελὴς [00099]
εὔχεται [00140]
εὔχῃ [00163]
εὐωδίαν [00003]
Ἐφ [00009] [00059] [00154]
ἔφυγε [00132]
ἐχάλασαν [00132]
ἔχει [00004] [00066] [00070]
ἔχεις [00069] [00071] [00179] [00182] [00203] [00219] [00221] [00223]
ἔχῃς [00055]
ἐχόρτασας [00061]
ἔχουσι [00003] [00199]
ἔχω [00048]
ἔχων [00072] [00140]
ἕως [00146] [00159] [00200]


Ζεβεδαῖον [00102]
ζητῶν [00152]
ζωῆς [00146] [00235]
ζώντων [00150]
ζῶον [00084]
ζώσας [00089]


[00004] [00006] [00014] [00049] [00050] [00087] [00088] [00089] [00097] [00129] [00169] [00169] [00171] [00175] [00191] [00192] [00200] [00206] [00224] [00235]
[00067] [00138] [00191] [00200] [00200] [00200] [00200] [00206]
[00175] [00175] [00179]
ἠκολούθησεν [00108]
ἤκουσας [00188]
ἥλιος [00006] [00007] [00086]
ἡμᾶς [00235]
ἡμέρᾳ [00060]
ἡμέραι [00089]
ἡμέρας [00146]
ἡμερινὸν [00199]
ἡμῖν [00008]
ἡμῶν [00131] [00235]
ἣν [00228]
ἦν [00015] [00015] [00018] [00097] [00100] [00105] [00114]
ἤνεγκα [00016]
ἠνέῳκτό [00018]
ἡπλώθη [00088]
ἧς [00235]
ἦσαν [00101] [00104] [00136]
ἤσθιε [00135]
ἥτις [00133]
ἡτοίμασας [00195]


θάλασσα [00088]
θάνατον [00161] [00217]
θεασάμενος [00224]
θείων [00004]
θέλει [00226]
Θέλεις [00180]
θέλεις [00170]
Θεὸν [00034] [00052] [00235]
Θεόν [00164] [00232]
Θεὸς [00082] [00227]
Θεός [00095]
Θεοῦ [00049] [00084] [00168]
Θεῷ [00059] [00198] [00201]
θεωρεῖς [00179]
θήραν [00104]
Θησαυρίζει [00188]
θησαυρίζοντες [00196]
θησαυρίσατε [00197]
Θησαυρὸν [00028] [00046] [00182]
θησαυρὸν [00027] [00029]
θησαυρόν [00179]
θρόνοι [00089]


Ἰάκωβος [00101]
ἰάσατο [00128]
ἰδίων [00110]
ἰδόντες [00132]
ἱερὰς [00004]
Ἱεροσόλυμα [00132]
Ἰησοῦ [00130] [00131] [00235]
Ἰησοῦς [00102] [00106] [00117] [00121] [00124] [00125] [00126]
ἵνα [00060] [00116] [00127] [00169] [00235]
Ἵνα [00016] [00124]
Ἰουδαῖοι [00125] [00131]
ἱστορία [00129]
ἰσχύει [00068]
ἴσχυον [00104]
ἰσχύος [00232]
ἰσχύουσιν [00148]
Ἰωάννης [00101] [00134]
Ἰὼβ [00017]


κἀγὼ [00146]
Καθάπερ [00207]
καθήμενον [00106]
καθὼς [00156]
καιρὸν [00200]
καιρῷ [00199]
κἀκείνῳ [00207]
κακοὺς [00080]
κακῶς [00012] [00080]
καλὰ [00082]
καλεῖ [00109] [00124]
καλέσαι [00035]
καλὴ [00014] [00050]
καλὴν [00218]
Καλὸν [00081]
καλὸν [00013] [00050]
καλύβην [00070]
καλῷ [00080]
καλῶς [00013] [00014] [00050] [00050]
κάμνεις [00187]
Κἂν [00224]
κἂν [00214] [00218]
κἄν [00214]
καπνοῦ [00211]
καρδίᾳ [00039]
καρδίαν [00226] [00227]
καρπὸν [00025] [00030]
καρπὸς [00200]
καταβαλοῦσαν [00218]
καταγινώσκων [00204]
καταδικάζῃ [00210]
καταλείψουσιν [00189]
κατατρυφῶσιν [00187]
κατεῖχε [00115]
κατεῖχεν [00109]
κατεπόνησε [00076]
κατεργάζεται [00161] [00217]
κατεσκεύασε [00137]
κατέχουσιν [00170]
κατήγορος [00072]
κάτω [00132]
κεκύρωται [00172]
κίονας [00069]
κιόνων [00069]
κλάδους [00026]
κλαίει [00140]
κλεῖς [00112]
κλέπτουσι [00179]
κοιλίαν [00068] [00183]
κολάσεως [00054]
κοπρίας [00057]
κορυφαῖος [00097]
κράτος [00235]
κρατῶμεν [00235]
κρηπὶς [00097]
κρύπτεις [00179]
κτήνη [00089]
Κύριε [00120]
Κύριον [00232]
Κύριος [00020] [00020] [00193]
κυριότητες [00089]
Κυρίου [00131] [00235]
Κυρίῳ [00021]


λαγῷα [00066]
Λάζαρος [00015]
Λακεδαιμόνια [00069]
λαλῶν [00160] [00216]
λαμβάνει [00200]
λαμβάνων [00152]
λαχάνοις [00068]
λέγε [00051] [00079]
λέγει [00106] [00117] [00119] [00121] [00189] [00193]
λέγειν [00073] [00158]
λεγομένοις [00144]
λέγοντι [00198]
λέγοντος [00059] [00188]
λέγω [00028] [00090] [00143] [00157] [00181] [00204] [00214]
λέγων [00008] [00157] [00214]
λειμῶνες [00003]
λειμῶνι [00007]
λειμώνων [00006]
λήθῃ [00138] [00139]
λῃσταὶ [00179]
λήψεται [00192]
λήψῃ [00187]
λίαν [00082]
λίμναι [00089]
λόγον [00109]
λοιπὰς [00004]
λύκος [00111]


μαθηταὶ [00125] [00132]
μαθηταί [00229]
μαθηταῖς [00230]
μαθητεύσατε [00145]
μακαρίας [00133]
μακάριον [00017]
Μακάριος [00160] [00216]
μακάριος [00049] [00134]
μάλιστα [00015]
μαραίνει [00006]
μάρμαρα [00069]
μαρτύρων [00016]
Ματθαῖος [00105] [00113]
με [00061] [00062] [00118]
μεθ [00146]
μέλι [00135]
μέλλει [00073]
μὲν [00003] [00007] [00049] [00067] [00129] [00158] [00201]
μέν [00124]
μένει [00072] [00197]
μεταβαίνει [00208]
μεταβολὴν [00211]
μηδὲν [00072] [00152] [00178]
μὴν [00006]
μῆνες [00089]
μητέρα [00054]
μηχανήματα [00024]
μία [00175] [00175]
Μιμήσασθε [00218]
μισθὸν [00187]
μόδιον [00200]
μοι [00017] [00051] [00079] [00107] [00144] [00203]
μόνον [00149]
μου [00009] [00018]
μοχθεῖς [00187]


Ναζωραῖος [00121] [00123] [00126]
νάπαι [00089]
νεκροὶ [00150]
νεύει [00207]
νίπτε [00176]
νίπτεις [00175]
νιπτῆρές [00174]
νίψῃς [00178]
νομίσῃ [00124]
νόμος [00233]
νύκτες [00089]
νυκτὶ [00194]
νυκτὸς [00179]
νῦν [00110] [00111] [00127]


ξένον [00110]


[00006] [00007] [00013] [00018] [00020] [00022] [00029] [00049] [00066] [00068] [00070] [00072] [00074] [00082] [00083] [00086] [00091] [00095] [00097] [00097] [00102] [00106] [00110] [00111] [00114] [00117] [00121] [00124] [00125] [00126] [00127] [00128] [00131] [00134] [00140] [00140] [00147] [00152] [00160] [00171] [00171] [00172] [00188] [00189] [00193] [00200] [00216] [00225] [00233]
[00020] [00058] [00119] [00145] [00225]
[00181] [00198]
ὀβολὸν [00177]
ὀβολοὺς [00218] [00219]
ὀβολῶν [00170] [00173]
ὁδῷ [00117]
Οἱ [00003] [00132]
οἱ [00049] [00049] [00125] [00125] [00131] [00139] [00139] [00139] [00148] [00150] [00196] [00233]
οἶδα [00035] [00048] [00080]
οἶδας [00153] [00199]
οἴδατε [00206]
οἶδεν [00225] [00226]
οἰκεῖ [00134]
οἰκείων [00199]
οἶκον [00071]
οἶκός [00074]
οἶκος [00018] [00072]
οἴκου [00191]
οἰκουμένῃ [00133]
οἰκτροὶ [00139] [00199]
οἰκτρὸς [00098]
οἰκτροῦ [00140]
ὀκνηρὸν [00158]
ὅλης [00232]
ὅλος [00233]
ὁμιλεῖ [00207]
Ὁμοίως [00101] [00105] [00114] [00134]
ὃν [00085] [00086] [00087] [00088] [00088] [00088] [00089] [00089] [00089] [00089] [00089] [00089] [00089] [00091]
ὄνειδος [00010]
ὄνομα [00035] [00048] [00145]
ὀνόματι [00097] [00130] [00131]
ὃνσὺ [00121]
ὄντως [00097]
ὅπου [00197]
ὁρᾷς [00059]
Ὁρᾷς [00050] [00148] [00150] [00155] [00196] [00211]
ὄρη [00089]
ὄρνεις [00067]
ὀρφανοὺς [00076]
ὅσα [00067] [00196]
Ὅσα [00156]
ὅσον [00009] [00059] [00154]
ὅσους [00200]
ὅταν [00191] [00191]
Ὅταν [00059]
ὅτε [00018] [00019]
ὅτι [00050] [00051] [00059] [00059] [00061] [00079] [00083] [00093] [00109] [00109] [00124] [00125] [00125] [00127] [00131] [00150] [00153] [00154] [00155] [00187] [00199] [00225]
Ὅτι [00192]
Οὐ [00149] [00159] [00213]
οὐ [00012] [00028] [00052] [00053] [00058] [00101] [00105] [00115] [00134] [00136] [00139] [00157] [00166] [00167] [00170] [00187] [00188] [00192] [00198] [00201] [00202] [00204] [00214]
Οὐδὲ [00223]
οὐδὲ [00080] [00192]
οὐδὲν [00170]
οὐδένα [00015]
οὐδέποτε [00015] [00181] [00184]
Οὐκ [00011] [00080] [00153] [00188] [00199] [00219] [00221]
οὐκ [00022] [00023] [00024] [00025] [00026] [00027] [00035] [00048] [00049] [00061] [00061] [00062] [00063] [00066] [00068] [00070] [00083] [00093] [00099] [00104] [00109] [00114] [00116] [00125] [00135] [00158] [00162] [00165] [00199] [00206]
οὖν [00060] [00128] [00228]
οὐρανοπολίτης [00134]
οὐρανὸς [00085]
οὐρανοῦ [00124]
οὐρανῷ [00197]
οὐρανῶν [00112]
οὔτε [00197] [00197]
οὗτοι [00139]
Οὗτος [00074]
οὗτός [00147]
οὗτος [00049] [00140]
οὕτω [00004] [00021]
οὕτως [00132]
οὐχ [00212]
οὐχὶ [00095] [00097] [00098] [00100]
ὄφελος [00178] [00187]
ὀφθαλμοὺς [00128]
ὀφθαλμῶν [00003]
ὀψώνιον [00133]


παιδεύων [00159] [00213]
παλαιὰ [00104]
παλαίσμασι [00037]
Πάλιν [00010]
πάλιν [00010] [00189] [00231]
πάντα [00082] [00145] [00192] [00225]
πάντας [00235]
πάντες [00136] [00138]
Παντὶ [00018]
πάντων [00205]
παρὰ [00116] [00170]
παραβλέπεις [00092]
παραγγελίαν [00228]
παραγγέλλω [00228]
παράγων [00102] [00106]
Παρακαλῶ [00228] [00234]
παρακαλῶ [00144]
Παρακοὴ [00161] [00217]
παραταττόμενον [00033]
παρατρέχει [00211]
παρεδόθησαν [00138] [00139]
παρερχόμενος [00073]
πάσας [00146]
πᾶσι [00205] [00205]
πᾶσιν [00205]
πάσχουσιν [00196]
πατέρα [00102]
Πατρὶ [00235]
Πατρὸς [00145]
Παῦλος [00114] [00128] [00131]
Παύλου [00128] [00132]
παύσομαι [00157] [00159] [00213] [00214]
πεδιάδες [00089]
πείθει [00141]
Πεινῶντά [00061]
πεῖραν [00017]
πειρασμὸν [00049]
πένης [00015] [00066] [00068] [00070] [00083] [00093] [00097] [00152] [00209]
πένητα [00057] [00083] [00155] [00162] [00224]
πένητας [00078] [00095] [00151]
πένητες [00049] [00101] [00104] [00136] [00148] [00199]
πένητι [00059] [00156] [00178]
πένητος [00140] [00175] [00177]
πενήτων [00010] [00137] [00183]
πενίᾳ [00049]
πενία [00014] [00050]
Πενίαν [00051] [00052]
πενίαν [00054]
πενίας [00103]
πενιχρὰν [00218]
πεποίηκε [00110]
Περὶ [00002]
περιβέβλησαι [00066]
περιήστραψε [00117]
περικείμενος [00140]
περικεφαλαίας [00069] [00140]
περιπτύσσεται [00140]
περισπούδαστον [00084]
πεσὼν [00122]
πετεινὰ [00089]
Πέτραν [00042]
πέτραν [00031]
Πέτρος [00097] [00097] [00112]
πηγαὶ [00089]
πιάσαι [00131]
πιστεύει [00200]
πιστεύεις [00198] [00198] [00201] [00202]
πίστιν [00028] [00031]
πλεονέκτου [00074]
πλεονεξίας [00071]
πληθυνθῇ [00191]
πληθυνόμενον [00030]
πλησίον [00232]
πλούσιοι [00049]
πλούσιος [00015] [00018] [00188] [00209]
πλουσίους [00096]
πλουσίῳ [00193]
πλουσίων [00010]
πλουτεῖν [00050] [00081]
πλουτήσῃ [00191]
πλουτίζει [00057]
πλουτίσει [00055] [00056]
Πλοῦτον [00179]
πλοῦτον [00012] [00049] [00189]
πλοῦτος [00013]
πλουτοῦντας [00012]
πλουτοῦσιν [00186]
Πνεύματι [00235]
Πνεύματος [00145]
ποθεινὸν [00205]
πόθεν [00199]
Ποίαν [00203]
ποίαν [00065]
ποιεῖν [00141]
ποιήσεις [00156]
Ποίησον [00169]
ποίησον [00181]
ποιῆτε [00214] [00214]
ποικίλα [00003] [00069]
Ποῖον [00035] [00048]
πολέμιον [00205]
πολλὰ [00090]
πολλάκις [00170] [00171] [00200]
Πολλὴ [00129]
πολλῆς [00204]
πολύαθλος [00037]
πολυτελέστερος [00047]
πόνων [00199]
Πορευθέντες [00145]
ποριζόμενοι [00199]
πόρνη [00207]
πορφυρίδα [00140]
Πόσα [00022]
πόσα [00077]
πόσας [00075]
Πόσοι [00138]
πόσοι [00138] [00138] [00138] [00138]
πόσον [00049] [00148]
πόσους [00076] [00078]
ποταμοὶ [00089]
ποτὲ [00110] [00111]
πράγματι [00097]
πραγμάτων [00110]
πράξεις [00072]
πρὶν [00225]
πρὸ [00174]
προαίρεσιν [00218] [00226]
πρόβατον [00111]
προηγούμενοι [00138]
πρὸς [00104] [00128] [00204] [00208]
προσέθηκεν [00123]
προσέχετε [00144]
προσήνεγκε [00024]
πρόσωπα [00016]
πρόσωπον [00122] [00227]
προσώπων [00006]
προφῆται [00136] [00233]
προφητικὰ [00004]
προφήτου [00188]
προχωρεῖ [00170]
πρωῒ [00179]
Πτωχείαν [00053]
πτωχίζει [00057]
πτωχὸν [00153]
πτωχόν [00057]
πτωχοὺς [00056]
πυλῶν [00174]
Πύργον [00040]
πύργον [00024] [00032]
πῶς [00049] [00060] [00163] [00164] [00211] [00218]


ῥάκος [00066]
ῥαπτικῇ [00104]
ῥάπτοντας [00102]
ῥίζαν [00026]


Σαοὺλ [00118] [00118]
σὰς [00072]
σε [00055] [00056] [00060]
σελήνη [00087]
Σεραφίμ [00089]
σεσυλημένον [00179]
σήμερον [00008] [00208] [00208] [00209] [00210]
σηρικὰ [00066]
σὴς [00197]
σκάφιον [00200]
σκιὰ [00211]
σκορπίζει [00200]
σμίλην [00115]
σοι [00061] [00181] [00187]
σοῦ [00194]
σου [00072] [00152] [00152] [00164] [00169] [00170] [00175] [00176] [00177] [00179] [00186] [00187] [00194] [00224] [00232] [00232] [00232]
σπεῖραι [00199]
σπόρον [00204]
σπόρου [00199]
σπυρίδα [00132]
σπυρίδος [00133]
στέναξον [00224]
στερεώτερος [00043]
στόμα [00164]
στρατιώτας [00140]
Στρατιώτην [00038]
στρατιώτην [00023] [00033]
στραφεὶς [00119]
Σὺ [00066]
σὺ [00060] [00067] [00069] [00072] [00093] [00170] [00198] [00201] [00202]
συγγνώμην [00065] [00203]
συγκαταβήσεται [00192]
συληθῆναι [00180] [00184]
συληθήσῃ [00181]
συλῆσαι [00029]
σὺν [00235]
συνάξει [00188]
συνδούλῳ [00202]
συνέκρουον [00104]
συνουσία [00206]
συντάσσεται [00208]
Συντείνατέ [00144]
συντελείας [00146]
σχεδάριον [00170]
σῶν [00186]
σωτηρίαν [00137]
σωφρονίζει [00007]


τὰ [00003] [00003] [00003] [00006] [00024] [00089] [00089] [00089] [00104] [00110] [00112] [00145] [00187] [00192] [00225] [00225]
ταλαίπωρε [00198]
ταπεινοῖ [00057]
τὰς [00004] [00072] [00112] [00128] [00146] [00175] [00176]
Ταῦτα [00157] [00204]
ταῦτα [00134] [00141]
ταύταις [00233]
ταύτῃ [00194]
τάφον [00140]
τάφους [00149]
τε [00004] [00089]
τείχους [00132]
τελευτᾷς [00072]
τελευτήν [00186]
τελώνης [00105]
τελώνιον [00106] [00113]
τέρψιν [00003]
τέχνῃ [00104]
τέχνην [00104] [00147]
τῇ [00039] [00049] [00060] [00104] [00117] [00133] [00163] [00194] [00198] [00200] [00200] [00201] [00202]
Τὴν [00023] [00226]
τὴν [00004] [00017] [00026] [00028] [00031] [00054] [00068] [00104] [00104] [00104] [00134] [00137] [00140] [00152] [00168] [00170] [00175] [00176] [00177] [00177] [00183] [00185] [00186] [00194] [00200] [00200] [00211] [00218] [00218] [00218] [00226] [00228] [00235]
τῆς [00007] [00054] [00097] [00146] [00146] [00174] [00179] [00196] [00200] [00204] [00225] [00232] [00235]
Τί [00090] [00187]
τί [00016] [00064] [00118] [00123] [00178]
τι [00082] [00214]
τίθησιν [00200]
τιμίῳ [00092]
τινες [00170] [00199]
τίνι [00188] [00195]
Τίς [00120] [00141]
τίς [00142] [00206]
τὸ [00025] [00050] [00081] [00084] [00088] [00091] [00106] [00113] [00140] [00145] [00158] [00164] [00187] [00200] [00235]
τοιαύτην [00147]
τοίνυν [00234]
τοιοῦτον [00133]
τοῖς [00013] [00014] [00037] [00050] [00050] [00144] [00193] [00205] [00230]
τοῖχον [00027]
τοίχους [00069]
τὸν [00007] [00007] [00007] [00017] [00022] [00023] [00024] [00025] [00027] [00027] [00029] [00030] [00032] [00033] [00033] [00034] [00034] [00035] [00049] [00052] [00055] [00056] [00071] [00102] [00140] [00140] [00141] [00153] [00153] [00155] [00155] [00164] [00179] [00181] [00189] [00199] [00200] [00204] [00205] [00205] [00205] [00205] [00205] [00224] [00232] [00232]
τοσαύτῃ [00015]
τοσοῦτον [00104]
τότε [00127]
τοῦ [00008] [00074] [00074] [00084] [00124] [00128] [00130] [00131] [00132] [00132] [00138] [00140] [00140] [00140] [00140] [00145] [00145] [00145] [00146] [00168] [00170] [00170] [00175] [00175] [00177] [00188] [00191] [00199] [00211] [00230] [00235]
τοὺς [00012] [00026] [00056] [00080] [00116] [00128] [00149] [00151] [00218] [00235]
Τοῦτο [00125]
τοῦτο [00094] [00126] [00149] [00174] [00181]
τοῦτον [00029] [00092]
τούτου [00206]
τούτῳ [00007] [00207] [00229]
τούτων [00009] [00059] [00137] [00154] [00198]
τράποδα [00089]
τρεῖς [00200]
τρέμεις [00166]
τρέχει [00086]
τρώγεις [00067]
τύραννοι [00138]
τῷ [00003] [00005] [00007] [00021] [00041] [00048] [00059] [00059] [00080] [00097] [00097] [00130] [00131] [00152] [00156] [00178] [00192] [00193] [00198] [00198] [00199] [00201] [00202]
τῶν [00004] [00006] [00006] [00009] [00023] [00059] [00088] [00097] [00109] [00110] [00112] [00116] [00137] [00137] [00150] [00154] [00172] [00174] [00183] [00186] [00198] [00199] [00199] [00235]


ὑβρίζῃς [00155]
ὕδατα [00089]
ὕδατος [00175]
ὑδάτων [00088]
Υἱοῦ [00145]
ὑμᾶς [00159] [00204] [00213]
ὑμῖν [00129] [00158] [00228]
ὑμῶν [00146] [00146] [00204]
ὑπάγεις [00072]
ὑπάρχοντά [00187]
ὑπάρχοντα [00077]
Ὕπαρχός [00079]
ὕπατοι [00138]
ὑπερασπιστὰς [00140]
ὑπερβολή [00103]
ὑπερηφανεῖς [00083] [00094]
ὑπερηφάνησε [00015]
ὑπὸ [00205]
ὑπογραφή [00171]
ὑπογραφῆναί [00170]
ὑπογραφομένην [00173]
ὑπογράψῃ [00172]
ὑποδέξασθαι [00200]
ὑπομείνας [00049]
ὑπομένουσι [00050]
ὑπομένουσιν [00014]
ὑπόμνησις [00010]
ὑψηλότερος [00041]


φανερὸν [00200]
φάραγγες [00089]
φαρέτραν [00023]
φασιανοὺς [00067]
φέγγος [00088]
Φέρε [00017]
φιλανθρωπίᾳ [00235]
φιλάνθρωποι [00234]
φιλεῖς [00205]
φίλον [00055]
φιλόξενοι [00234]
φιλόπτωχοι [00234]
φιλούμενον [00205]
φοβῇ [00052] [00052] [00053] [00053]
φοβηθῇς [00054]
φοβοῦ [00191]
φοβοῦμαι [00051]
φρίττεις [00167]
φρονήματι [00041]
φυλάξατε [00228]
φυλαχθῇ [00186]
φωνή [00230]
φῶς [00117]


χαρισάμενος [00147]
χάριτι [00235]
χεὶρ [00175]
χεῖρα [00177]
χειραγωγούμενος [00128]
χεῖράς [00176]
χεῖρας [00128] [00175]
χειροτέχνης [00114]
Χερουβὶμ [00089]
χῆνας [00067]
χήραν [00218]
χήρας [00075]
χιτωνίσκον [00200]
χορτάσαι [00068]
χόρτου [00089]
Χριστὸν [00056] [00153] [00155] [00156]
Χριστοῦ [00131] [00235]
Χριστῷ [00005]
χρόνοι [00089]
χρυσᾶς [00069] [00140]
χρυσίνους [00170]
Χρυσὸν [00205]
χρυσορόφους [00069]
χρυσοῦ [00028]
χρωμένους [00080]
χώσῃς [00185]
Χῶσον [00183]


ψυχὰς [00089]
ψυχήν [00175] [00177] [00194]


[00103] [00133]
[00198]
[00200] [00235]
ὧν [00187]
ὧραι [00089]
ὡραιότερος [00045]
ὥρας [00152]
ὡς [00021] [00031] [00093] [00104] [00170] [00211] [00212] [00232]
ὦτα [00160] [00216]
ὤφθη [00117]